1καὶ ἐπορεύθη Αβιμελεχ υἱὸς Ιεροβααλ εἰς Συχεμ πρὸς ἀδελφοὺς μητρὸς αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτοὺς καὶ πρὸς πᾶσαν συγγένειαν οἴκου πατρὸς μητρὸς αὐτοῦ λέγων
And Abimelech son of Jerobaal went to Shechem to his mother’s brothers and spoke to them and to all the kindred of his mother’s father’s house, saying:
2λαλήσατε δὴ ἐν τοῖς ὠσὶν πάντων τῶν ἀνδρῶν Συχεμ τί τὸ ἀγαθὸν ὑμῖν κυριεῦσαι ὑμῶν ἑβδομήκοντα ἄνδρας πάντας υἱοὺς Ιεροβααλ ἢ κυριεύειν ὑμῶν ἄνδρα ἕνα καὶ μνήσθητε ὅτι ὀστοῦν ὑμῶν καὶ σὰρξ ὑμῶν εἰμι
Speak now in the ears of all the men of Shechem: what is good for you, for seventy men, all the sons of Jeroboal, to rule over you, or for one man to rule over you? And remember that I am your bone and your flesh.
3καὶ ἐλάλησαν περὶ αὐτοῦ οἱ ἀδελφοὶ τῆς μητρὸς αὐτοῦ ἐν τοῖς ὠσὶν πάντων τῶν ἀνδρῶν Συχεμ πάντας τοὺς λόγους τούτους καὶ ἔκλινεν ἡ καρδία αὐτῶν ὀπίσω Αβιμελεχ ὅτι εἶπαν ἀδελφὸς ἡμῶν ἐστιν
And his mother’s brothers spoke all these words about him in the ears of all the men of Shechem, and their heart inclined after Abimelech, for they said, He is our brother.
4καὶ ἔδωκαν αὐτῷ ἑβδομήκοντα ἀργυρίου ἐξ οἴκου Βααλβεριθ καὶ ἐμισθώσατο ἑαυτῷ Αβιμελεχ ἄνδρας κενοὺς καὶ δειλούς καὶ ἐπορεύθησαν ὀπίσω αὐτοῦ
And they gave him seventy of silver from the house of Baal-berith, and Abimelech hired for himself empty and cowardly men, and they went after him
5καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ εἰς Εφραθα καὶ ἀπέκτεινεν τοὺς ἀδελφοὺς αὐτοῦ υἱοὺς Ιεροβααλ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα καὶ κατελείφθη Ιωαθαν υἱὸς Ιεροβααλ ὁ νεώτερος ὅτι ἐκρύβη
And he entered into the house of his father in Ephratha and killed his brothers, the sons of Jerobaal, seventy men on one stone, and Jotham, the youngest son of Jerobaal, was left because he hid himself.
6καὶ συνήχθησαν πάντες ἄνδρες Σικιμων καὶ πᾶς οἶκος Βηθμααλων καὶ ἐπορεύθησαν καὶ ἐβασίλευσαν τὸν Αβιμελεχ πρὸς τῇ βαλάνῳ τῇ εὑρετῇ τῆς στάσεως τῆς ἐν Σικιμοις
And all the men of Shechem gathered together and all the house of Bethmaalon, and they went and made Abimelech king near the oak of the pillar of the revolt that was in Shechem.
7καὶ ἀνηγγέλη τῷ Ιωαθαν καὶ ἐπορεύθη καὶ ἔστη ἐπὶ κορυφὴν ὄρους Γαριζιν καὶ ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσεν καὶ εἶπεν αὐτοῖς ἀκούσατέ μου ἄνδρες Σικιμων καὶ ἀκούσεται ὑμῶν ὁ θεός
And it was reported to Jotham, and he went and stood on the top of Mount Gerizim and lifted up his voice and wept and said to them, Hear me, men of Shechem, and God will hear you.
8πορευόμενα ἐπορεύθη τὰ ξύλα τοῦ χρῖσαι ἐφ᾿ ἑαυτὰ βασιλέα καὶ εἶπον τῇ ἐλαίᾳ βασίλευσον ἐφ᾿ ἡμῶν
The trees went forth, going forth, to anoint a king over themselves, and they said to the olive tree, Reign over us.
9καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία μὴ ἀπολείψασα τὴν πιότητά μου ἐν ᾗ δοξάσουσι τὸν θεὸν ἄνδρες πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων
And the olive said to them, Having not abandoned my fatness, by which men will glorify God, shall I go to be shaken over the trees?
10καὶ εἶπον τὰ ξύλα τῇ συκῇ δεῦρο βασίλευσον ἐφ᾿ ἡμῶν
And the trees said to the fig tree, Come, reign over us.
11καὶ εἶπεν αὐτοῖς ἡ συκῆ μὴ ἀπολείψασα ἐγὼ τὴν γλυκύτητά μου καὶ τὰ γενήματά μου τὰ ἀγαθὰ πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων
And the fig tree said to them, Shall I leave my sweetness and my good fruits and go to be shaken over the trees?
12καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ἄμπελον δεῦρο σὺ βασίλευσον ἐφ᾿ ἡμῶν
And the trees said to the vine, Come, you, reign over us.
13καὶ εἶπεν αὐτοῖς ἡ ἄμπελος μὴ ἀπολείψασα τὸν οἶνόν μου τὸν εὐφραίνοντα θεὸν καὶ ἀνθρώπους πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων
And the vine said to them, Shall I leave my wine, which gladdens God and men, and go to be shaken over the trees?
14καὶ εἶπαν πάντα τὰ ξύλα τῇ ῥάμνῳ δεῦρο σὺ βασίλευσον ἐφ᾿ ἡμῶν
And all the trees said to the bramble, Come, you, reign over us.
15καὶ εἶπεν ἡ ῥάμνος πρὸς τὰ ξύλα εἰ ἐν ἀληθείᾳ χρίετέ με ὑμεῖς τοῦ βασιλεύειν ἐφ᾿ ὑμᾶς δεῦτε ὑπόστητε ἐν τῇ σκιᾷ μου καὶ εἰ μή ἐξέλθῃ πῦρ ἀπ᾿ ἐμοῦ καὶ καταφάγῃ τὰς κέδρους τοῦ Λιβάνου
And the bramble said to the trees, If in truth you are anointing me to reign over you, come, take refuge in my shade; and if not, let fire come out from me and devour the cedars of Lebanon.
16καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε καὶ ἐβασιλεύσατε τὸν Αβιμελεχ καὶ εἰ ἀγαθωσύνην ἐποιήσατε μετὰ Ιεροβααλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ καὶ εἰ ὡς ἀνταπόδοσις χειρὸς αὐτοῦ ἐποιήσατε αὐτῷ
And now, if you have acted in truth and integrity and have made Abimelech king, and if you have done kindness with Jerubbaal and with his house, and if you have done to him according to the recompense of his hand,
17ὡς παρετάξατο ὁ πατήρ μου ὑπὲρ ὑμῶν καὶ ἐξέρριψεν τὴν ψυχὴν αὐτοῦ ἐξ ἐναντίας καὶ ἐρρύσατο ὑμᾶς ἐκ χειρὸς Μαδιαμ
as my father fought for you and cast out his life from before and delivered you from the hand of Midian
18καὶ ὑμεῖς ἐπανέστητε ἐπὶ τὸν οἶκον τοῦ πατρός μου σήμερον καὶ ἀπεκτείνατε τοὺς υἱοὺς αὐτοῦ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα καὶ ἐβασιλεύσατε τὸν Αβιμελεχ υἱὸν παιδίσκης αὐτοῦ ἐπὶ τοὺς ἄνδρας Σικιμων ὅτι ἀδελφὸς ὑμῶν ἐστιν
and you have risen up against my father’s house today and killed his sons, seventy men, on one stone, and made Abimelech, son of his maidservant, king over the men of Shechem, because he is your brother
19καὶ εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε μετὰ Ιεροβααλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ εὐφρανθείητε ἐν Αβιμελεχ καὶ εὐφρανθείη καί γε αὐτὸς ἐφ᾿ ὑμῖν
and if in truth and in integrity you have acted with Jerubbaal and with his house on this day, rejoice in Abimelech, and let him himself also rejoice over you
20εἰ δὲ οὐ ἐξέλθοι πῦρ ἀπὸ Αβιμελεχ καὶ φάγοι τοὺς ἄνδρας Σικιμων καὶ τὸν οἶκον Βηθμααλλων καὶ ἐξέλθοι πῦρ ἀπὸ ἀνδρῶν Σικιμων καὶ ἐκ τοῦ οἴκου Βηθμααλλων καὶ καταφάγοι τὸν Αβιμελεχ
But if fire does not come out from Abimelech and consume the men of Shechem and the house of Bethmaallon, and fire comes out from the men of Shechem and from the house of Bethmaallon and consumes Abimelech
21καὶ ἔφυγεν Ιωαθαν καὶ ἀπέδρα καὶ ἐπορεύθη ἕως Βαιηρ καὶ ᾤκησεν ἐκεῖ ἀπὸ προσώπου Αβιμελεχ ἀδελφοῦ αὐτοῦ
And Jotham fled and ran away and went as far as Beer and dwelt there from before Abimelech his brother
22καὶ ἦρξεν Αβιμελεχ ἐπὶ Ισραηλ τρία ἔτη
And Abimelech ruled over Israel three years
23καὶ ἐξαπέστειλεν ὁ θεὸς πνεῦμα πονηρὸν ἀνὰ μέσον Αβιμελεχ καὶ ἀνὰ μέσον τῶν ἀνδρῶν Σικιμων καὶ ἠθέτησαν ἄνδρες Σικιμων ἐν τῷ οἴκῳ Αβιμελεχ
And God sent an evil spirit between Abimelech and between the men of Shechem, and the men of Shechem acted faithlessly in the house of Abimelech.
24τοῦ ἐπαγαγεῖν τὴν ἀδικίαν τῶν ἑβδομήκοντα υἱῶν Ιεροβααλ καὶ τὰ αἵματα αὐτῶν τοῦ θεῖναι ἐπὶ Αβιμελεχ τὸν ἀδελφὸν αὐτῶν ὃς ἀπέκτεινεν αὐτούς καὶ ἐπὶ ἄνδρας Σικιμων ὅτι ἐνίσχυσαν τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι τοὺς ἀδελφοὺς αὐτοῦ
to bring upon the wrongdoing of the seventy sons of Jerubbaal, and their blood, to put upon Abimelech their brother, who killed them, and upon the men of Shechem, because they strengthened his hands to kill his brothers
25καὶ ἔθηκαν αὐτῷ οἱ ἄνδρες Σικιμων ἐνεδρεύοντας ἐπὶ τὰς κεφαλὰς τῶν ὀρέων καὶ διήρπαζον πάντα ὃς παρεπορεύετο ἐπ᾿ αὐτοὺς ἐν τῇ ὁδῷ καὶ ἀπηγγέλη τῷ βασιλεῖ Αβιμελεχ
And the men of Shechem set men lying in wait against him on the tops of the mountains, and they were seizing all who passed by them on the way, and it was reported to King Abimelech.
26καὶ ἦλθεν Γααλ υἱὸς Ιωβηλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ παρῆλθον ἐν Σικιμοις καὶ ἦλπισαν ἐν αὐτῷ οἱ ἄνδρες Σικιμων
And Gaal son of Ebed came, and his brothers, and they passed through in Shechem, and the men of Shechem hoped in him.
27καὶ ἐξῆλθον εἰς ἀγρὸν καὶ ἐτρύγησαν τοὺς ἀμπελῶνας αὐτῶν καὶ ἐπάτησαν καὶ ἐποίησαν ελλουλιμ καὶ εἰσήνεγκαν εἰς οἶκον θεοῦ αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον καὶ κατηράσαντο τὸν Αβιμελεχ
And they went out into the field and gathered their vineyards and trod them and made ellulim and brought into the house of their god and ate and drank and cursed Abimelech
28καὶ εἶπεν Γααλ υἱὸς Ιωβηλ τίς ἐστιν Αβιμελεχ καὶ τίς ἐστιν υἱὸς Συχεμ ὅτι δουλεύσομεν αὐτῷ οὐχ υἱὸς Ιεροβααλ καὶ Ζεβουλ ἐπίσκοπος αὐτοῦ δοῦλος αὐτοῦ σὺν τοῖς ἀνδράσιν Εμμωρ πατρὸς Συχεμ καὶ τί ὅτι δουλεύσομεν αὐτῷ ἡμεῖς
And Gaal son of Jobel said, Who is Abimelech, and who is the son of Shechem, that we should serve him? Is he not the son of Jerubbaal, and Zebul his overseer, his slave, with the men of Hamor, father of Shechem? And why is it that we should serve him, we?
29καὶ τίς δῴη τὸν λαὸν τοῦτον ἐν χειρί μου καὶ μεταστήσω τὸν Αβιμελεχ καὶ ἐρῶ πρὸς αὐτόν πλήθυνον τὴν δύναμίν σου καὶ ἔξελθε
And who would give this people into my hand, and I would remove Abimelech, and I would say to him, Increase your strength, and come out.
30καὶ ἤκουσεν Ζεβουλ ἄρχων τῆς πόλεως τοὺς λόγους Γααλ υἱοῦ Ιωβηλ καὶ ὠργίσθη θυμῷ αὐτός
And Zebul the ruler of the city heard the words of Gaal son of Jobel, and he was angry in his anger.
31καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Αβιμελεχ ἐν κρυφῇ λέγων ἰδοὺ Γααλ υἱὸς Ιωβηλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἔρχονται εἰς Συχεμ καὶ ἰδοὺ αὐτοὶ περικάθηνται τὴν πόλιν ἐπὶ σέ
and he sent messengers to Abimelech secretly, saying, Behold, Gaal son of Jobel and his brothers are coming to Shechem, and behold, they are surrounding the city against you
32καὶ νῦν ἀναστὰς νυκτὸς σὺ καὶ ὁ λαὸς ὁ μετὰ σοῦ καὶ ἐνέδρευσον ἐν τῷ ἀγρῷ
And now, rise up by night, you and the people with you, and lie in ambush in the field.
33καὶ ἔσται τὸ πρωὶ ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον ὀρθριεῖς καὶ ἐκτενεῖς ἐπὶ τὴν πόλιν καὶ ἰδοὺ αὐτὸς καὶ ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ ἐκπορεύονται πρὸς σέ καὶ ποιήσεις αὐτῷ ὅσα ἂν εὕρῃ ἡ χείρ σου
And it shall be in the morning, as soon as the sun rises, you shall rise early and stretch out against the city; and behold, he and the people with him are going out toward you, and you shall do to him whatever your hand may find to do.
34καὶ ἀνέστη Αβιμελεχ καὶ πᾶς ὁ λαὸς μετ᾿ αὐτοῦ νυκτὸς καὶ ἐνήδρευσαν ἐπὶ Συχεμ τέτρασιν ἀρχαῖς
And Abimelech rose up, and all the people with him, by night, and they lay in ambush against Shechem with four companies
35καὶ ἐξῆλθεν Γααλ υἱὸς Ιωβηλ καὶ ἔστη πρὸς τῇ θύρᾳ τῆς πύλης τῆς πόλεως καὶ ἀνέστη Αβιμελεχ καὶ ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ ἀπὸ τοῦ ἐνέδρου
And Gaal son of Jebal went out and stood by the door of the gate of the city, and Abimelech and the people with him rose up from the ambush.
36καὶ εἶδεν Γααλ υἱὸς Ιωβηλ τὸν λαὸν καὶ εἶπεν πρὸς Ζεβουλ ἰδοὺ λαὸς καταβαίνει ἀπὸ κεφαλῶν τῶν ὀρέων καὶ εἶπεν πρὸς αὐτὸν Ζεβουλ τὴν σκιὰν τῶν ὀρέων σὺ βλέπεις ὡς ἄνδρας
And Gaal son of Jobel saw the people and said to Zebul, Behold, a people is coming down from the tops of the mountains. And Zebul said to him, You are seeing the shadow of the mountains as men.
37καὶ προσέθετο ἔτι Γααλ τοῦ λαλῆσαι καὶ εἶπεν ἰδοὺ λαὸς καταβαίνων κατὰ θάλασσαν ἀπὸ τοῦ ἐχόμενα ὀμφαλοῦ τῆς γῆς καὶ ἀρχὴ ἑτέρα ἔρχεται διὰ ὁδοῦ Ηλωνμαωνενιμ
And Gaal continued still to speak and said, Behold, people coming down by the sea from the side of the navel of the land, and another company is coming by way of Elonmaonemim
38καὶ εἶπεν πρὸς αὐτὸν Ζεβουλ καὶ ποῦ ἐστιν τὸ στόμα σου ὡς ἐλάλησας τίς ἐστιν Αβιμελεχ ὅτι δουλεύσομεν αὐτῷ μὴ οὐχὶ οὗτος ὁ λαός ὃν ἐξουδένωσας ἔξελθε δὴ νῦν καὶ παράταξαι αὐτῷ
And Zebul said to him, Where now is your mouth, as you spoke, saying, Who is Abimelech, that we should serve him? Is not this the people whom you despised? Come out now, then, and set yourself in battle array against him.
39καὶ ἐξῆλθεν Γααλ ἐνώπιον ἀνδρῶν Συχεμ καὶ παρετάξατο πρὸς Αβιμελεχ
And Gaal went out before the men of Shechem and drew up for battle against Abimelech
40καὶ ἐδίωξεν αὐτὸν Αβιμελεχ καὶ ἔφυγεν ἀπὸ προσώπου αὐτοῦ καὶ ἔπεσαν τραυματίαι πολλοὶ ἕως τῆς θύρας τῆς πύλης
And Abimelech pursued him, and he fled from before him, and many wounded fell as far as the gate door.
41καὶ εἰσῆλθεν Αβιμελεχ ἐν Αρημα καὶ ἐξέβαλεν Ζεβουλ τὸν Γααλ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ μὴ οἰκεῖν ἐν Συχεμ
And Abimelech entered in Arumah, and Zebul cast out Gaal and his brothers, so that they should not dwell in Shechem.
42καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἐξῆλθεν ὁ λαὸς εἰς τὸν ἀγρόν καὶ ἀνήγγειλεν τῷ Αβιμελεχ
And it came to pass on the next day, and the people went out into the field, and he reported it to Abimelech.
43καὶ ἔλαβεν τὸν λαὸν καὶ διεῖλεν αὐτοὺς εἰς τρεῖς ἀρχὰς καὶ ἐνήδρευσεν ἐν ἀγρῷ καὶ εἶδεν καὶ ἰδοὺ ὁ λαὸς ἐξῆλθεν ἐκ τῆς πόλεως καὶ ἀνέστη ἐπ᾿ αὐτοὺς καὶ ἐπάταξεν αὐτούς
And he took the people and divided them into three bands, and lay in ambush in the field; and he saw, and behold, the people came out from the city, and he rose up against them and struck them.
44καὶ Αβιμελεχ καὶ οἱ ἀρχηγοὶ οἱ μετ᾿ αὐτοῦ ἐξέτειναν καὶ ἔστησαν παρὰ τὴν θύραν τῆς πύλης τῆς πόλεως καὶ αἱ δύο ἀρχαὶ ἐξέτειναν ἐπὶ πάντας τοὺς ἐν τῷ ἀγρῷ καὶ ἐπάταξαν αὐτούς
And Abimelech and the chiefs with him stretched out and stood by the entrance of the gate of the city, and the two companies stretched out against all those in the field and struck them.
45καὶ Αβιμελεχ παρετάσσετο ἐν τῇ πόλει ὅλην τὴν ἡμέραν ἐκείνην καὶ κατελάβετο τὴν πόλιν καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἀπέκτεινεν καὶ καθεῖλεν τὴν πόλιν καὶ ἔσπειρεν εἰς ἅλας
And Abimelech fought against the city all that day, and he captured the city, and he killed the people who were in it, and he demolished the city, and sowed it with salt.
46καὶ ἤκουσαν πάντες οἱ ἄνδρες πύργων Συχεμ καὶ ἦλθον εἰς συνέλευσιν Βαιθηλβεριθ
And all the men of the tower of Shechem heard, and they came to the assembly of Baithberith.
47καὶ ἀνηγγέλη τῷ Αβιμελεχ ὅτι συνήχθησαν πάντες οἱ ἄνδρες πύργων Συχεμ
And it was reported to Abimelech that all the men of the tower of Shechem had gathered together.
48καὶ ἀνέβη Αβιμελεχ εἰς ὄρος Ερμων καὶ πᾶς ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ καὶ ἔλαβεν Αβιμελεχ τὰς ἀξίνας ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔκοψεν κλάδον ξύλου καὶ ἦρεν καὶ ἔθηκεν ἐπ᾿ ὤμων αὐτοῦ καὶ εἶπεν τῷ λαῷ τῷ μετ᾿ αὐτοῦ ὃ εἴδετέ με ποιοῦντα ταχέως ποιήσατε ὡς ἐγώ
And Abimelech went up to Mount Hermon, and all the people with him, and Abimelech took the axes in his hand and cut a branch of wood and lifted it and laid it on his shoulders, and he said to the people with him, What you have seen me doing, quickly do as I.
49καὶ ἔκοψαν καί γε ἀνὴρ κλάδον πᾶς ἀνὴρ καὶ ἐπορεύθησαν ὀπίσω Αβιμελεχ καὶ ἐπέθηκαν ἐπὶ τὴν συνέλευσιν καὶ ἐνεπύρισαν ἐπ᾿ αὐτοὺς τὴν συνέλευσιν ἐν πυρί καὶ ἀπέθανον καί γε πάντες οἱ ἄνδρες πύργου Σικιμων ὡς χίλιοι ἄνδρες καὶ γυναῖκες
And every man cut a branch, and they followed Abimelech and laid it against the stronghold, and they set the stronghold on fire over them, and all the men of the tower of Shechem died, about a thousand men and women.
50καὶ ἐπορεύθη Αβιμελεχ ἐκ Βαιθηλβεριθ καὶ παρενέβαλεν ἐν Θηβης καὶ κατέλαβεν αὐτήν
And Abimelech went from Bethhelberith and encamped in Thebes and took it
51καὶ πύργος ἰσχυρὸς ἦν ἐν μέσῳ τῆς πόλεως καὶ ἔφυγον ἐκεῖ πάντες οἱ ἄνδρες καὶ αἱ γυναῖκες τῆς πόλεως καὶ ἔκλεισαν ἔξωθεν αὐτῶν καὶ ἀνέβησαν ἐπὶ τὸ δῶμα τοῦ πύργου
And there was a strong tower in the midst of the city, and all the men and the women of the city fled there, and they shut them in from outside, and they went up onto the roof of the tower
52καὶ ἦλθεν Αβιμελεχ ἕως τοῦ πύργου καὶ παρετάξαντο αὐτῷ καὶ ἤγγισεν Αβιμελεχ ἕως τῆς θύρας τοῦ πύργου τοῦ ἐμπρῆσαι αὐτὸν ἐν πυρί
And Abimelech came as far as the tower, and they drew up in battle array against him, and Abimelech approached as far as the door of the tower to burn it with fire
53καὶ ἔρριψεν γυνὴ μία κλάσμα ἐπιμυλίου ἐπὶ κεφαλὴν Αβιμελεχ καὶ ἔκλασεν τὸ κρανίον αὐτοῦ
And one woman threw a piece of a millstone upon Abimelech’s head, and she broke his skull.
54καὶ ἐβόησεν ταχὺ πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ καὶ εἶπεν αὐτῷ σπάσον τὴν ῥομφαίαν μου καὶ θανάτωσόν με μήποτε εἴπωσιν γυνὴ ἀπέκτεινεν αὐτόν καὶ ἐξεκέντησεν αὐτὸν τὸ παιδάριον αὐτοῦ καὶ ἀπέθανεν
And he cried out quickly to the young man carrying his weapons and said to him, Draw my sword and kill me, lest they say, A woman killed him; and his young man thrust him through, and he died.
55καὶ εἶδεν ἀνὴρ Ισραηλ ὅτι ἀπέθανεν Αβιμελεχ καὶ ἐπορεύθησαν ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ
And a man of Israel saw that Abimelech had died, and each man went to his place
56καὶ ἐπέστρεψεν ὁ θεὸς τὴν πονηρίαν Αβιμελεχ ἣν ἐποίησεν τῷ πατρὶ αὐτοῦ ἀποκτεῖναι τοὺς ἑβδομήκοντα ἀδελφοὺς αὐτοῦ
And God turned back the wickedness of Abimelech, which he did to his father, in killing his seventy brothers
57καὶ τὴν πᾶσαν πονηρίαν ἀνδρῶν Συχεμ ἐπέστρεψεν ὁ θεὸς εἰς κεφαλὴν αὐτῶν καὶ ἐπῆλθεν ἐπ᾿ αὐτοὺς ἡ κατάρα Ιωαθαν υἱοῦ Ιεροβααλ
And all the wickedness of the men of Shechem God turned back on their own head, and the curse of Jotham son of Jerubbaal came upon them.