1καὶ ἐπορεύθη Σαμψων εἰς Γάζαν καὶ εἶδεν ἐκεῖ γυναῖκα πόρνην καὶ εἰσῆλθεν πρὸς αὐτήν
And Samson went to Gaza, and he saw there a prostitute woman, and he went in to her.
2καὶ ἀνηγγέλη τοῖς Γαζαίοις λέγοντες ἥκει Σαμψων ὧδε καὶ ἐκύκλωσαν καὶ ἐνήδρευσαν ἐπ᾿ αὐτὸν ὅλην τὴν νύκτα ἐν τῇ πύλῃ τῆς πόλεως καὶ ἐκώφευσαν ὅλην τὴν νύκτα λέγοντες ἕως διαφαύσῃ ὁ ὄρθρος καὶ φονεύσωμεν αὐτόν
And it was reported to the Gazites, saying, Samson has come here, and they surrounded and lay in wait against him all the night at the gate of the city, and they were silent all the night, saying, Until the dawn breaks and the morning, and let us kill him.
3καὶ ἐκοιμήθη Σαμψων ἕως μεσονυκτίου καὶ ἀνέστη ἐν ἡμίσει τῆς νυκτὸς καὶ ἐπελάβετο τῶν θυρῶν τῆς πύλης τῆς πόλεως σὺν τοῖς δυσὶ σταθμοῖς καὶ ἀνεβάστασεν αὐτὰς σὺν τῷ μοχλῷ καὶ ἔθηκεν ἐπ᾿ ὤμων αὐτοῦ καὶ ἀνέβη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους τοῦ ἐπὶ προσώπου Χεβρων καὶ ἔθηκεν αὐτὰ ἐκεῖ
And Samson slept until midnight, and he arose at the middle of the night and seized the doors of the city gate, with the two posts, and he carried them up with the bar and put them on his shoulders, and he went up to the top of the mountain that is before Hebron, and he put them there
4καὶ ἐγένετο μετὰ τοῦτο καὶ ἠγάπησεν γυναῖκα ἐν Αλσωρηχ καὶ ὄνομα αὐτῇ Δαλιδα
And it came to pass after this, and he loved a woman in Alsōrech, and her name was Dalida.
5καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν ἀλλοφύλων καὶ εἶπαν αὐτῇ ἀπάτησον αὐτὸν καὶ ἰδὲ ἐν τίνι ἡ ἰσχὺς αὐτοῦ ἡ μεγάλη καὶ ἐν τίνι δυνησόμεθα αὐτῷ καὶ δήσομεν αὐτὸν τοῦ ταπεινῶσαι αὐτόν καὶ ἡμεῖς δώσομέν σοι ἀνὴρ χιλίους καὶ ἑκατὸν ἀργυρίου
And the rulers of the Philistines came up to her and said to her, Deceive him and see in what his great strength is and in what we may prevail against him and bind him, to humble him; and we will give you one thousand and one hundred silver pieces.
6καὶ εἶπεν Δαλιδα πρὸς Σαμψων ἀπάγγειλον δή μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη καὶ ἐν τίνι δεθήσῃ τοῦ ταπεινωθῆναί σε
And Delilah said to Samson, Tell me now, in what is your great strength, and in what you may be bound so as to humble you?
7καὶ εἶπεν πρὸς αὐτὴν Σαμψων ἐὰν δήσωσίν με ἐν ἑπτὰ νευρέαις ὑγραῖς μὴ διεφθαρμέναις καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων
And Samson said to her, If they bind me with seven fresh cords not yet dried, then I shall become weak and shall be as one of the men.
8καὶ ἀνήνεγκαν αὐτῇ οἱ ἄρχοντες τῶν ἀλλοφύλων ἑπτὰ νευρὰς ὑγρὰς μὴ διεφθαρμένας καὶ ἔδησεν αὐτὸν ἐν αὐταῖς
And the lords of the Philistines brought up to her seven fresh bowstrings, not worn out, and she bound him with them
9καὶ τὸ ἔνεδρον αὐτῇ ἐκάθητο ἐν τῷ ταμιείῳ καὶ εἶπεν αὐτῷ ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ διέσπασεν τὰς νευρέας ὡς εἴ τις ἀποσπάσοι στρέμμα στιππύου ἐν τῷ ὀσφρανθῆναι αὐτὸ πυρός καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτοῦ
And the ambush for her sat in the inner room, and the Philistines said to him: On you, Samson! And he snapped the cords apart, as if anyone should pull apart a thread of tow when it smells fire, and his strength was not known.
10καὶ εἶπεν Δαλιδα πρὸς Σαμψων ἰδοὺ ἐπλάνησάς με καὶ ἐλάλησας πρός με ψευδῆ νῦν οὖν ἀνάγγειλόν μοι ἐν τίνι δεθήσῃ
And Delilah said to Samson, Behold, you have deceived me and spoken false things to me; now then, tell me in what you will be bound.
11καὶ εἶπεν πρὸς αὐτήν ἐὰν δεσμεύοντες δήσωσίν με ἐν καλωδίοις καινοῖς οἷς οὐκ ἐγένετο ἐν αὐτοῖς ἔργον καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων
And he said to her, If binding they bind me with new ropes with which there has not been work in them, then I shall weaken and shall be as one of the men.
12καὶ ἔλαβεν Δαλιδα καλώδια καινὰ καὶ ἔδησεν αὐτὸν ἐν αὐτοῖς καὶ τὰ ἔνεδρα ἐξῆλθεν ἐκ τοῦ ταμιείου καὶ εἶπεν ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ διέσπασεν αὐτὰ ἀπὸ βραχιόνων αὐτοῦ ὡς σπαρτίον
And Delilah took new cords and bound him with them, and the ambush came out from the inner room, and she said, Philistines upon you, Samson. And he broke them apart from his arms like a thread.
13καὶ εἶπεν Δαλιδα πρὸς Σαμψων ἰδοὺ ἐπλάνησάς με καὶ ἐλάλησας πρὸς ἐμὲ ψευδῆ ἀπάγγειλον δή μοι ἐν τίνι δεθήσῃ καὶ εἶπεν πρὸς αὐτήν ἐὰν ὑφάνῃς τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς μου σὺν τῷ διάσματι καὶ ἐγκρούσῃς τῷ πασσάλῳ εἰς τὸν τοῖχον καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων ἀσθενής
And Delilah said to Samson, Behold, you have deceived me and spoken false things to me; tell me now in what you will be bound. And he said to her, If you weave the seven strands of my head with the web and fasten it with the peg into the wall, then I will be as one of the men, weak.
14καὶ ἐγένετο ἐν τῷ κοιμᾶσθαι αὐτὸν καὶ ἔλαβεν Δαλιδα τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ καὶ ὕφανεν ἐν τῷ διάσματι καὶ ἔπηξεν τῷ πασσάλῳ εἰς τὸν τοῖχον καὶ εἶπεν ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ ἐξῆρεν τὸν πάσσαλον τοῦ ὑφάσματος ἐκ τοῦ τοίχου
And it came to pass, while he was sleeping, that Dalida took the seven braids of his head and wove them in the fabric and fastened them with the peg into the wall, and she said, Philistines upon you, Samson. And he awoke from his sleep and pulled up the peg of the fabric from the wall.
15καὶ εἶπεν Δαλιδα πρὸς Σαμψων πῶς λέγεις ἠγάπηκά σε καὶ οὐκ ἔστιν ἡ καρδία σου μετ᾿ ἐμοῦ τοῦτο τρίτον ἐπλάνησάς με καὶ οὐκ ἀπήγγειλάς μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη
And Delilah said to Samson, How can you say, I have loved you, and your heart is not with me? This third time you have deceived me and have not told me in what your great strength is.
16καὶ ἐγένετο ὅτε ἐξέθλιψεν αὐτὸν ἐν λόγοις αὐτῆς πάσας τὰς ἡμέρας καὶ ἐστενοχώρησεν αὐτόν καὶ ὠλιγοψύχησεν ἕως τοῦ ἀποθανεῖν
And it came to pass, when she pressed him with her words all the days and distressed him and made him faint-hearted until dying
17καὶ ἀνήγγειλεν αὐτῇ τὴν πᾶσαν καρδίαν αὐτοῦ καὶ εἶπεν αὐτῇ σίδηρος οὐκ ἀνέβη ἐπὶ τὴν κεφαλήν μου ὅτι ἅγιος θεοῦ ἐγώ εἰμι ἀπὸ κοιλίας μητρός μου ἐὰν οὖν ξυρήσωμαι ἀποστήσεται ἀπ᾿ ἐμοῦ ἡ ἰσχύς μου καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς πάντες οἱ ἄνθρωποι
And he told her all his heart and said to her, A razor has never come upon my head, because I am a holy one of God from my mother’s womb; if then I am shaven, my strength will depart from me, and I will become weak and be like all men.
18καὶ εἶδεν Δαλιδα ὅτι ἀπήγγειλεν αὐτῇ πᾶσαν τὴν καρδίαν αὐτοῦ καὶ ἀπέστειλεν καὶ ἐκάλεσεν τοὺς ἄρχοντας τῶν ἀλλοφύλων λέγουσα ἀνάβητε ἔτι τὸ ἅπαξ τοῦτο ὅτι ἀπήγγειλέν μοι τὴν πᾶσαν καρδίαν αὐτοῦ καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν ἀλλοφύλων καὶ ἀνήνεγκαν τὸ ἀργύριον ἐν χερσὶν αὐτῶν
And Delilah saw that he had told her all his heart, and she sent and called the lords of the Philistines, saying, Go up yet this once, for he has told me all his heart. And the lords of the Philistines went up to her, and they brought the silver in their hands.
19καὶ ἐκοίμισεν Δαλιδα τὸν Σαμψων ἐπὶ τὰ γόνατα αὐτῆς καὶ ἐκάλεσεν ἄνδρα καὶ ἐξύρησεν τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ καὶ ἤρξατο ταπεινῶσαι αὐτόν καὶ ἀπέστη ἡ ἰσχὺς αὐτοῦ ἀπ᾿ αὐτοῦ
And Dalila lulled Samson to sleep upon her knees, and she called a man, and he shaved the seven braids of his head, and began to humble him, and his strength departed from him.
20καὶ εἶπεν Δαλιδα ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν ἐξελεύσομαι ὡς ἅπαξ καὶ ἅπαξ καὶ ἐκτιναχθήσομαι καὶ αὐτὸς οὐκ ἔγνω ὅτι ἀπέστη ὁ κύριος ἀπάνωθεν αὐτοῦ
And Delilah said, The Philistines are upon you, Samson. And he woke from his sleep and said, I will go out as once and once and shake myself loose. And he did not know that the Lord had departed from above him.
21καὶ ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι καὶ ἐξέκοψαν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ κατήνεγκαν αὐτὸν εἰς Γάζαν καὶ ἐπέδησαν αὐτὸν ἐν πέδαις χαλκείαις καὶ ἦν ἀλήθων ἐν οἴκῳ τοῦ δεσμωτηρίου
And the Philistines seized him and cut out his eyes and brought him down to Gaza and bound him in bronze fetters, and he was grinding in the house of the prison
22καὶ ἤρξατο θρὶξ τῆς κεφαλῆς αὐτοῦ βλαστάνειν καθὼς ἐξυρήσατο
And the hair of his head began to grow as it had been shaven off.
23καὶ οἱ ἄρχοντες τῶν ἀλλοφύλων συνήχθησαν θῦσαι θυσίασμα μέγα τῷ Δαγων θεῷ αὐτῶν καὶ εὐφρανθῆναι καὶ εἶπαν ἔδωκεν ὁ θεὸς ἐν χειρὶ ἡμῶν τὸν Σαμψων τὸν ἐχθρὸν ἡμῶν
And the lords of the Philistines gathered together to sacrifice a great sacrifice to Dagon their god and to make merry, and they said, Our god has given Samson our enemy into our hand
24καὶ εἶδαν αὐτὸν ὁ λαὸς καὶ ὕμνησαν τὸν θεὸν αὐτῶν ὅτι παρέδωκεν ὁ θεὸς ἡμῶν τὸν ἐχθρὸν ἡμῶν ἐν χειρὶ ἡμῶν τὸν ἐρημοῦντα τὴν γῆν ἡμῶν καὶ ὃς ἐπλήθυνεν τοὺς τραυματίας ἡμῶν
And when the people saw him, they praised their god, because our God has given our enemy into our hand, the one who was laying waste our land and who multiplied our wounded.
25καὶ ὅτε ἠγαθύνθη ἡ καρδία αὐτῶν καὶ εἶπαν καλέσατε τὸν Σαμψων ἐξ οἴκου φυλακῆς καὶ παιξάτω ἐνώπιον ἡμῶν καὶ ἐκάλεσαν τὸν Σαμψων ἀπὸ οἴκου δεσμωτηρίου καὶ ἔπαιζεν ἐνώπιον αὐτῶν καὶ ἐρράπιζον αὐτὸν καὶ ἔστησαν αὐτὸν ἀνὰ μέσον τῶν κιόνων
And when their heart was made merry, they said, Call Samson out of the house of the prison, and let him play before us. And they called Samson from the house of bondage, and he played before them, and they were striking him, and they set him between the pillars.
26καὶ εἶπεν Σαμψων πρὸς τὸν νεανίαν τὸν κρατοῦντα τὴν χεῖρα αὐτοῦ ἄφες με καὶ ψηλαφήσω τοὺς κίονας ἐφ᾿ οἷς ὁ οἶκος στήκει ἐπ᾿ αὐτούς καὶ ἐπιστηριχθήσομαι ἐπ᾿ αὐτούς
And Samson said to the young man holding his hand, Let me go, and let me feel the pillars on which the house stands upon them, and I will lean on them
27καὶ ὁ οἶκος πλήρης τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν καὶ ἐκεῖ πάντες οἱ ἄρχοντες τῶν ἀλλοφύλων καὶ ἐπὶ τὸ δῶμα ὡς ἑπτακόσιοι ἄνδρες καὶ γυναῖκες οἱ θεωροῦντες ἐν παιγνίαις Σαμψων
And the house was full of the men and the women, and there were all the rulers of the Philistines there, and on the roof about seven hundred men and women, the ones watching Samson in his sport.
28καὶ ἔκλαυσεν Σαμψων πρὸς κύριον καὶ εἶπεν Αδωναιε κύριε μνήσθητι δή μου νῦν καὶ ἐνίσχυσόν με ἔτι τὸ ἅπαξ τοῦτο θεέ καὶ ἀνταποδώσω ἀνταπόδοσιν μίαν περὶ τῶν δύο ὀφθαλμῶν μου τοῖς ἀλλοφύλοις
And Samson wept to the Lord and said, Lord Adonai, remember me now, and strengthen me yet this once, O God, and I will repay one repayment for my two eyes to the Philistines
29καὶ περιέλαβεν Σαμψων τοὺς δύο κίονας τοῦ οἴκου ἐφ᾿ οὓς ὁ οἶκος εἱστήκει καὶ ἐπεστηρίχθη ἐπ᾿ αὐτοὺς καὶ ἐκράτησεν ἕνα τῇ δεξιᾷ αὐτοῦ καὶ ἕνα τῇ ἀριστερᾷ αὐτοῦ
And Samson grasped the two pillars of the house, on which the house had stood and was supported, and he braced himself against them, and took hold of one with his right hand and one with his left hand
30καὶ εἶπεν Σαμψων ἀποθανέτω ψυχή μου μετὰ ἀλλοφύλων καὶ ἐβάσταξεν ἐν ἰσχύι καὶ ἔπεσεν ὁ οἶκος ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτῷ καὶ ἦσαν οἱ τεθνηκότες οὓς ἐθανάτωσεν Σαμψων ἐν τῷ θανάτῳ αὐτοῦ πλείους ἢ οὓς ἐθανάτωσεν ἐν τῇ ζωῇ αὐτοῦ
And Samson said, Let my soul die with the foreigners. And he leaned with strength, and the house fell upon the rulers and upon all the people who were in it, and those who died whom Samson killed in his death were more than those whom he killed in his life.
31καὶ κατέβησαν οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀνέβησαν καὶ ἔθαψαν αὐτὸν ἀνὰ μέσον Σαραα καὶ ἀνὰ μέσον Εσθαολ ἐν τῷ τάφῳ Μανωε τοῦ πατρὸς αὐτοῦ καὶ αὐτὸς ἔκρινεν τὸν Ισραηλ εἴκοσι ἔτη
And his brothers and his father’s house went down and took him and went up and buried him between Zorah and between Eshtaol in the tomb of Manoe his father; and he judged Israel twenty years.