In that day every place shall be opened in the house of David
The Koine Bible
The Scriptures in Greek with direct English translation.
Rahlfs Septuagint
Zechariah 13
Greek text followed verse by verse by a direct English translation.
Text size:
ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγει κύριος ἐξολεθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς καὶ οὐκέτι ἔσται αὐτῶν μνεία καὶ τοὺς ψευδοπροφήτας καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς
And it shall be in that day, says the Lord, I will utterly destroy the names of the idols from the land, and no longer shall there be remembrance of them, and the false prophets and the unclean spirit I will remove from the land
ἔσται ἐὰν προφητεύσῃ ἄνθρωπος ἔτι καὶ ἐρεῖ πρὸς αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτόν οὐ ζήσῃ ὅτι ψευδῆ ἐλάλησας ἐπ᾿ ὀνόματι κυρίου καὶ συμποδιοῦσιν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτὸν ἐν τῷ προφητεύειν αὐτόν
And it will be, if a man still prophesies, then his father and his mother who bore him will say to him, You shall not live, because you have spoken lies in the name of the Lord; and his father and his mother who bore him will thrust him through while he is prophesying.
ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταισχυνθήσονται οἱ προφῆται ἕκαστος ἐκ τῆς ὁράσεως αὐτοῦ ἐν τῷ προφητεύειν αὐτόν καὶ ἐνδύσονται δέρριν τριχίνην ἀνθ᾿ ὧν ἐψεύσαντο
And it shall be in that day, the prophets shall be put to shame, each from his vision, when he prophesies; and they shall put on a hairy skin, because they lied.
ἐρεῖ οὔκ εἰμι προφήτης ἐγώ διότι ἄνθρωπος ἐργαζόμενος τὴν γῆν ἐγώ εἰμι ὅτι ἄνθρωπος ἐγέννησέν με ἐκ νεότητός μου
And he will say, I am not a prophet, because I am a man working the land, for a man has begotten me from my youth.
ἐρῶ πρὸς αὐτόν τί αἱ πληγαὶ αὗται ἀνὰ μέσον τῶν χειρῶν σου καὶ ἐρεῖ ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου
And I will say to him, What are these wounds between your hands? And he will say, Those with which I was wounded in the house of my beloved.
ἐξεγέρθητι ἐπὶ τοὺς ποιμένας μου καὶ ἐπ᾿ ἄνδρα πολίτην μου λέγει κύριος παντοκράτωρ πατάξατε τοὺς ποιμένας καὶ ἐκσπάσατε τὰ πρόβατα καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας
Sword, awake against my shepherds and against the man, my fellow citizen, says the Lord Almighty; strike the shepherds and scatter the sheep, and I will bring my hand upon the shepherds
ἔσται ἐν πάσῃ τῇ γῇ λέγει κύριος τὰ δύο μέρη ἐξολεθρευθήσεται καὶ ἐκλείψει τὸ δὲ τρίτον ὑπολειφθήσεται ἐν αὐτῇ
And it shall be in all the land, says the Lord, the two parts shall be utterly destroyed and fail, but the third shall be left in it.
διάξω τὸ τρίτον διὰ πυρὸς καὶ πυρώσω αὐτούς ὡς πυροῦται τὸ ἀργύριον καὶ δοκιμῶ αὐτούς ὡς δοκιμάζεται τὸ χρυσίον αὐτὸς ἐπικαλέσεται τὸ ὄνομά μου κἀγὼ ἐπακούσομαι αὐτῷ καὶ ἐρῶ λαός μου οὗτός ἐστιν καὶ αὐτὸς ἐρεῖ κύριος ὁ θεός μου
And I will bring the third through fire, and I will refine them as silver is refined, and I will test them as gold is tested. He will call upon my name, and I will listen to him, and I will say, This is my people, and he himself will say, The Lord is my God.