1καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρὶ Μαδιαμ ἑπτὰ ἔτη
And the sons of Israel did the evil before the Lord, and the Lord gave them into the hand of Midian seven years.
2καὶ ἴσχυσεν χεὶρ Μαδιαμ ἐπὶ Ισραηλ καὶ ἐποίησαν ἑαυτοῖς οἱ υἱοὶ Ισραηλ ἀπὸ προσώπου Μαδιαμ τὰς τρυμαλιὰς τὰς ἐν τοῖς ὄρεσιν καὶ τὰ σπήλαια καὶ τὰ κρεμαστά
And the hand of Midian prevailed over Israel, and the sons of Israel made for themselves because of Midian the clefts in the mountains and the caves and the hanging places
3καὶ ἐγένετο ἐὰν ἔσπειραν οἱ υἱοὶ Ισραηλ καὶ ἀνέβαιναν Μαδιαμ καὶ Αμαληκ καὶ οἱ υἱοὶ ἀνατολῶν συνανέβαινον αὐτοῖς
And it came to pass, when the sons of Israel had sown, that Midian and Amalek and the sons of the east would come up against them also.
4καὶ παρενέβαλον εἰς αὐτοὺς καὶ κατέφθειραν τοὺς καρποὺς αὐτῶν ἕως ἐλθεῖν εἰς Γάζαν καὶ οὐ κατέλιπον ὑπόστασιν ζωῆς ἐν τῇ γῇ Ισραηλ οὐδὲ ἐν τοῖς ποιμνίοις ταῦρον καὶ ὄνον
And they encamped against them and destroyed their produce as far as coming to Gaza, and they did not leave sustenance of life in the land of Israel, neither ox nor donkey among the flocks.
5ὅτι αὐτοὶ καὶ αἱ κτήσεις αὐτῶν ἀνέβαινον καὶ αἱ σκηναὶ αὐτῶν παρεγίνοντο καθὼς ἀκρὶς εἰς πλῆθος καὶ αὐτοῖς καὶ τοῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός καὶ ἤρχοντο εἰς τὴν γῆν Ισραηλ καὶ διέφθειρον αὐτήν
For they themselves and their possessions were coming up, and their tents were arriving, as locusts for multitude; and to them and to their camels there was no number, and they were coming into the land of Israel and were destroying it
6καὶ ἐπτώχευσεν Ισραηλ σφόδρα ἀπὸ προσώπου Μαδιαμ καὶ ἐβόησαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον
And Israel became very poor because of Midian, and the sons of Israel cried out to the Lord
7ἀπὸ προσώπου Μαδιαμ
from before Midian
8καὶ ἐξαπέστειλεν κύριος ἄνδρα προφήτην πρὸς τοὺς υἱοὺς Ισραηλ καὶ εἶπεν αὐτοῖς τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἐγώ εἰμι ὃς ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου καὶ ἐξήγαγον ὑμᾶς ἐξ οἴκου δουλείας ὑμῶν
And the Lord sent a man, a prophet, to the sons of Israel, and he said to them, Thus says the Lord, the God of Israel: I am he who brought you up out of the land of Egypt and brought you out of the house of your slavery.
9καὶ ἐρρυσάμην ὑμᾶς ἐκ χειρὸς Αἰγύπτου καὶ ἐκ χειρὸς πάντων τῶν θλιβόντων ὑμᾶς καὶ ἐξέβαλον αὐτοὺς ἐκ προσώπου ὑμῶν καὶ ἔδωκα ὑμῖν τὴν γῆν αὐτῶν
and I rescued you from the hand of Egypt and from the hand of all who oppressed you, and I cast them out from before you and gave you their land
10καὶ εἶπα ὑμῖν ἐγὼ κύριος ὁ θεὸς ὑμῶν οὐ φοβηθήσεσθε τοὺς θεοὺς τοῦ Αμορραίου ἐν οἷς ὑμεῖς καθήσεσθε ἐν τῇ γῇ αὐτῶν καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου
And I said to you, I am the Lord your God: you shall not fear the gods of the Amorite in which you yourselves shall dwell in their land, and you did not listen to my voice.
11καὶ ἦλθεν ἄγγελος κυρίου καὶ ἐκάθισεν ὑπὸ τὴν τερέμινθον τὴν ἐν Εφραθα τὴν Ιωας πατρὸς τοῦ Εσδρι καὶ Γεδεων υἱὸς αὐτοῦ ῥαβδίζων σῖτον ἐν ληνῷ εἰς ἐκφυγεῖν ἀπὸ προσώπου τοῦ Μαδιαμ
And an angel of the Lord came and sat under the terebinth that was in Ephratha, that of Joash the father of Esdri and Gideon his son, beating out wheat in the winepress to flee from the face of Midian
12καὶ ὤφθη αὐτῷ ὁ ἄγγελος κυρίου καὶ εἶπεν πρὸς αὐτόν κύριος μετὰ σοῦ ἰσχυρὸς τῶν δυνάμεων
And the angel of the Lord appeared to him and said to him, The Lord is with you, mighty one of the forces
13καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων ἐν ἐμοί κύριέ μου καὶ εἰ ἔστιν κύριος μεθ᾿ ἡμῶν εἰς τί εὗρεν ἡμᾶς τὰ κακὰ ταῦτα καὶ ποῦ ἐστιν πάντα τὰ θαυμάσια αὐτοῦ ἃ διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν λέγοντες μὴ οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμᾶς κύριος καὶ νῦν ἐξέρριψεν ἡμᾶς καὶ ἔδωκεν ἡμᾶς ἐν χειρὶ Μαδιαμ
And Gideon said to him, In me, my lord, and if the Lord is with us, why then have all these evils found us, and where are all his wonders which our fathers recounted to us, saying, Did not the Lord bring us up out of Egypt? And now he has cast us out and given us into the hand of Midian.
14καὶ ἐπέστρεψεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου καὶ εἶπεν πορεύου ἐν ἰσχύι σου ταύτῃ καὶ σώσεις τὸν Ισραηλ ἐκ χειρὸς Μαδιαμ ἰδοὺ ἐξαπέστειλά σε
And the angel of the Lord turned to him and said, Go in this your strength, and you shall save Israel from the hand of Midian; behold, I have sent you out.
15καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων ἐν ἐμοί κύριέ μου ἐν τίνι σώσω τὸν Ισραηλ ἰδοὺ ἡ χιλιάς μου ἠσθένησεν ἐν Μανασση καὶ ἐγώ εἰμι ὁ μικρότερος ἐν οἴκῳ πατρός μου
And Gideon said to him, In me, my lord, by what shall I save Israel? Behold, my thousand is weak in Manasseh, and I am the smallest in my father’s house.
16καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου κύριος ἔσται μετὰ σοῦ καὶ πατάξεις τὴν Μαδιαμ ὡσεὶ ἄνδρα ἕνα
And the angel of the Lord said to him, The Lord will be with you, and you will strike Midian as one man.
17καὶ εἶπεν πρὸς αὐτὸν Γεδεων εἰ δὲ εὗρον ἔλεος ἐν ὀφθαλμοῖς σου καὶ ποιήσεις μοι σήμερον πᾶν ὅ τι ἐλάλησας μετ᾿ ἐμοῦ
And Gideon said to him, If then I have found favor in your eyes, and you will do for me today all that you have spoken with me,
18μὴ χωρισθῇς ἐντεῦθεν ἕως τοῦ ἐλθεῖν με πρὸς σέ καὶ ἐξοίσω τὴν θυσίαν καὶ θήσω ἐνώπιόν σου καὶ εἶπεν ἐγώ εἰμι καθίομαι ἕως τοῦ ἐπιστρέψαι σε
Do not depart from here until I come to you and bring out the sacrifice and set it before you. And he said, I will sit here until you return.
19καὶ Γεδεων εἰσῆλθεν καὶ ἐποίησεν ἔριφον αἰγῶν καὶ οιφι ἀλεύρου ἄζυμα καὶ τὰ κρέα ἔθηκεν ἐν τῷ κοφίνῳ καὶ τὸν ζωμὸν ἔβαλεν ἐν τῇ χύτρᾳ καὶ ἐξήνεγκεν αὐτὰ πρὸς αὐτὸν ὑπὸ τὴν τερέμινθον καὶ προσήγγισεν
And Gideon went in and made a kid of the goats and unleavened cakes of flour, and he put the meat in the basket and the broth he put in the pot, and he brought them out to him under the terebinth, and he brought near.
20καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος τοῦ θεοῦ λαβὲ τὰ κρέα καὶ τὰ ἄζυμα καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην καὶ τὸν ζωμὸν ἐχόμενα ἔκχεε καὶ ἐποίησεν οὕτως
And the angel of God said to him, Take the meat and the unleavened cakes and place them upon that rock, and pour out the broth beside it; and he did thus.
21καὶ ἐξέτεινεν ὁ ἄγγελος κυρίου τὸ ἄκρον τῆς ῥάβδου τῆς ἐν χειρὶ αὐτοῦ καὶ ἥψατο τῶν κρεῶν καὶ τῶν ἀζύμων καὶ ἀνέβη πῦρ ἐκ τῆς πέτρας καὶ κατέφαγεν τὰ κρέα καὶ τοὺς ἀζύμους καὶ ὁ ἄγγελος κυρίου ἐπορεύθη ἀπὸ ὀφθαλμῶν αὐτοῦ
And the angel of the Lord stretched out the end of the staff that was in his hand and touched the meat and the unleavened cakes, and fire went up from the rock and consumed the meat and the unleavened cakes, and the angel of the Lord went away from before his eyes
22καὶ εἶδεν Γεδεων ὅτι ἄγγελος κυρίου οὗτός ἐστιν καὶ εἶπεν Γεδεων ἆ ἆ κύριέ μου κύριε ὅτι εἶδον ἄγγελον κυρίου πρόσωπον πρὸς πρόσωπον
And Gideon saw that this is an angel of the Lord, and Gideon said, Ah, ah, my lord, Lord, because I have seen an angel of the Lord face to face
23καὶ εἶπεν αὐτῷ κύριος εἰρήνη σοι μὴ φοβοῦ οὐ μὴ ἀποθάνῃς
And the Lord said to him, Peace to you; do not fear, you shall not die.
24καὶ ᾠκοδόμησεν ἐκεῖ Γεδεων θυσιαστήριον τῷ κυρίῳ καὶ ἐπεκάλεσεν αὐτῷ εἰρήνη κυρίου ἕως τῆς ἡμέρας ταύτης ἔτι αὐτοῦ ὄντος ἐν Εφραθα πατρὸς τοῦ Εσδρι
And Gideon built there an altar to the Lord and called it The peace of the Lord, until this day, while he was still in Ephratha of his father Esdri.
25καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν αὐτῷ κύριος λαβὲ τὸν μόσχον τὸν ταῦρον ὅς ἐστιν τῷ πατρί σου καὶ μόσχον δεύτερον ἑπταετῆ καὶ καθελεῖς τὸ θυσιαστήριον τοῦ Βααλ ὅ ἐστιν τῷ πατρί σου καὶ τὸ ἄλσος τὸ ἐπ᾿ αὐτὸ ὀλεθρεύσεις
And it happened in that night, and the Lord said to him, Take the bull calf, the young bull that belongs to your father, and a second seven-year-old bull calf, and you shall tear down the altar of Baal, which belongs to your father, and the grove that is upon it you shall destroy.
26καὶ οἰκοδομήσεις θυσιαστήριον κυρίῳ τῷ θεῷ σου ἐπὶ κορυφὴν τοῦ Μαουεκ τούτου ἐν τῇ παρατάξει καὶ λήμψῃ τὸν μόσχον τὸν δεύτερον καὶ ἀνοίσεις ὁλοκαύτωμα ἐν τοῖς ξύλοις τοῦ ἄλσους οὗ ἐξολεθρεύσεις
And you shall build an altar to the Lord your God on the top of this Mauek in the arranged place, and you shall take the second bullock and offer up a whole burnt offering with the wood of the grove that you shall cut down.
27καὶ ἔλαβεν Γεδεων δέκα ἄνδρας ἀπὸ τῶν δούλων ἑαυτοῦ καὶ ἐποίησεν ὃν τρόπον ἐλάλησεν πρὸς αὐτὸν κύριος καὶ ἐγενήθη ὡς ἐφοβήθη τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς ἄνδρας τῆς πόλεως τοῦ ποιῆσαι ἡμέρας καὶ ἐποίησεν νυκτός
And Gideon took ten men from his servants and did as the Lord spoke to him; and it came to pass, because he feared the house of his father and the men of the city to do it by day, that he did it by night.
28καὶ ὤρθρισαν οἱ ἄνδρες τῆς πόλεως τὸ πρωί καὶ ἰδοὺ καθῄρητο τὸ θυσιαστήριον τοῦ Βααλ καὶ τὸ ἄλσος τὸ ἐπ᾿ αὐτῷ ὠλέθρευτο καὶ εἶδαν τὸν μόσχον τὸν δεύτερον ὃν ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον τὸ ᾠκοδομημένον
And the men of the city rose early in the morning, and behold, the altar of Baal had been pulled down, and the sacred grove that was upon it had been destroyed, and they saw the second bullock which he had brought up upon the altar that had been built
29καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ τίς ἐποίησεν τὸ ῥῆμα τοῦτο καὶ ἐπεζήτησαν καὶ ἠρεύνησαν καὶ ἔγνωσαν ὅτι Γεδεων υἱὸς Ιωας ἐποίησεν τὸ ῥῆμα τοῦτο
And the man said to his neighbor, Who did this thing? And they sought and inquired and learned that Gideon son of Joash did this thing.
30καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ιωας ἐξένεγκε τὸν υἱόν σου καὶ ἀποθανέτω ὅτι καθεῖλεν τὸ θυσιαστήριον τοῦ Βααλ καὶ ὅτι ὠλέθρευσεν τὸ ἄλσος τὸ ἐπ᾿ αὐτῷ
And the men of the city said to Joash, Bring out your son, and let him die, because he tore down the altar of Baal and because he destroyed the grove that was upon it.
31καὶ εἶπεν Ιωας τοῖς ἀνδράσιν πᾶσιν οἳ ἐπανέστησαν αὐτῷ μὴ ὑμεῖς νῦν δικάζεσθε ὑπὲρ τοῦ Βααλ ἢ ὑμεῖς σώσετε αὐτόν ὃς ἐὰν δικάσηται αὐτῷ θανατωθήτω ἕως πρωί εἰ θεός ἐστιν δικαζέσθω αὐτῷ ὅτι καθεῖλεν τὸ θυσιαστήριον αὐτοῦ
And Joash said to all the men who rose up against him, Do you now plead for Baal? Or will you save him? Whoever pleads for him, let him be put to death by morning. If he is a god, let him plead for himself, because he has thrown down his altar.
32καὶ ἐκάλεσεν αὐτὸ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ιαρβααλ λέγων δικασάσθω ἐν αὐτῷ ὁ Βααλ ὅτι καθῃρέθη τὸ θυσιαστήριον αὐτοῦ
And he called it on that day Jerubbaal, saying, Let Baal plead against him, because his altar has been pulled down.
33καὶ πᾶσα Μαδιαμ καὶ Αμαληκ καὶ υἱοὶ ἀνατολῶν συνήχθησαν ἐπὶ τὸ αὐτὸ καὶ παρενέβαλον ἐν κοιλάδι Εζερεελ
And all Midian and Amalek and the sons of the east were gathered together to one place, and they encamped in the valley of Jezreel.
34καὶ πνεῦμα κυρίου ἐνεδυνάμωσεν τὸν Γεδεων καὶ ἐσάλπισεν ἐν κερατίνῃ καὶ ἐφοβήθη Αβιεζερ ὀπίσω αὐτοῦ
And the spirit of the Lord empowered Gideon, and he blew a horn, and Abiezer feared after him
35καὶ ἀγγέλους ἀπέστειλεν εἰς πάντα Μανασση καὶ ἐν Ασηρ καὶ ἐν Ζαβουλων καὶ Νεφθαλι καὶ ἀνέβη εἰς συνάντησιν αὐτῶν
And he sent messengers into all Manasseh and into Asher and into Zebulun and Naphtali, and they went up to meet them
36καὶ εἶπεν Γεδεων πρὸς τὸν θεόν εἰ σὺ σῴζεις ἐν χειρί μου τὸν Ισραηλ καθὼς ἐλάλησας
And Gideon said to God, If you are saving Israel by my hand, as you have spoken,
37ἰδοὺ ἐγὼ τίθημι τὸν πόκον τοῦ ἐρίου ἐν τῇ ἅλωνι ἐὰν δρόσος γένηται ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν ξηρασία γνώσομαι ὅτι σώσεις ἐν χειρί μου τὸν Ισραηλ καθὼς ἐλάλησας
Behold, I am placing the fleece of wool on the threshing floor; if dew comes upon the fleece alone, and upon all the ground there is dryness, I will know that you will save Israel by my hand, as you have spoken.
38καὶ ἐγένετο οὕτως καὶ ὤρθρισεν τῇ ἐπαύριον καὶ ἐξεπίασεν τὸν πόκον καὶ ἔσταξεν δρόσος ἀπὸ τοῦ πόκου πλήρης λεκάνη ὕδατος
And it happened so. And he rose early on the next day and wrung out the fleece, and dew dripped from the fleece, a full basin of water.
39καὶ εἶπεν Γεδεων πρὸς τὸν θεόν μὴ δὴ ὀργισθήτω ὁ θυμός σου ἐν ἐμοί καὶ λαλήσω ἔτι ἅπαξ πειράσω δὲ καί γε ἔτι ἅπαξ ἐν τῷ πόκῳ καὶ γενέσθω ἡ ξηρασία ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν γενηθήτω δρόσος
And Gideon said to God, Let not your anger now be enraged against me, and I will speak yet once; and I will test once more, indeed, yet once, in the fleece, and let the dryness be on the fleece only, and on all the ground let there be dew.
40καὶ ἐποίησεν οὕτως ὁ θεὸς ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἐγενήθη δρόσος
And God did so in that night, and there was dryness on the fleece alone, and on all the ground there was dew.