1καὶ ὤρθρισεν Ιαρβαλ αὐτός ἐστιν Γεδεων καὶ πᾶς ὁ λαὸς μετ᾿ αὐτοῦ καὶ παρενέβαλον ἐπὶ πηγὴν Αραδ καὶ παρεμβολὴ Μαδιαμ ἦν αὐτῷ ἀπὸ βορρᾶ ἀπὸ Γαβααθ Αμωρα ἐν κοιλάδι
And Jerubbaal, that is, Gideon, rose early, and all the people with him, and they camped by the spring of Arad, and the camp of Midian was to him from the north, from Gabaath Amoor, in the valley
2καὶ εἶπεν κύριος πρὸς Γεδεων πολὺς ὁ λαὸς ὁ μετὰ σοῦ ὥστε μὴ παραδοῦναί με τὴν Μαδιαμ ἐν χειρὶ αὐτῶν μήποτε καυχήσηται Ισραηλ ἐπ᾿ ἐμὲ λέγων ἡ χείρ μου ἔσωσέν με
And the Lord said to Gideon, The people with you are too many for me to give Midian into their hand, lest Israel boast against me, saying, My hand has saved me.
3καὶ νῦν λάλησον δὴ ἐν ὠσὶν τοῦ λαοῦ λέγων τίς ὁ φοβούμενος καὶ δειλός ἐπιστρεφέτω καὶ ἐκχωρείτω ἀπὸ ὄρους Γαλααδ καὶ ἐπέστρεψεν ἀπὸ τοῦ λαοῦ εἴκοσι καὶ δύο χιλιάδες καὶ δέκα χιλιάδες ὑπελείφθησαν
And now speak, please, in the ears of the people, saying, Whoever is fearful and fainthearted, let him turn back and depart from Mount Gilead. And twenty-two thousand returned from the people, and ten thousand were left.
4καὶ εἶπεν κύριος πρὸς Γεδεων ἔτι ὁ λαὸς πολύς κατένεγκον αὐτοὺς πρὸς τὸ ὕδωρ καὶ ἐκκαθαρῶ σοι αὐτὸν ἐκεῖ καὶ ἔσται ὃν ἐὰν εἴπω πρὸς σέ οὗτος πορεύσεται σὺν σοί αὐτὸς πορεύσεται σὺν σοί καὶ πᾶν ὃν ἐὰν εἴπω πρὸς σέ οὗτος οὐ πορεύσεται μετὰ σοῦ αὐτὸς οὐ πορεύσεται μετὰ σοῦ
And the Lord said to Gideon, The people are still many; bring them down to the water, and I will purge him for you there. And it shall be that whomever I may say to you, This one shall go with you, he shall go with you; and everyone whom I may say to you, This one shall not go with you, he shall not go with you.
5καὶ κατήνεγκεν τὸν λαὸν πρὸς τὸ ὕδωρ καὶ εἶπεν κύριος πρὸς Γεδεων πᾶς ὃς ἂν λάψῃ τῇ γλώσσῃ αὐτοῦ ἀπὸ τοῦ ὕδατος ὡς ἐὰν λάψῃ ὁ κύων στήσεις αὐτὸν κατὰ μόνας καὶ πᾶς ὃς ἐὰν κλίνῃ ἐπὶ τὰ γόνατα αὐτοῦ πιεῖν
And he brought the people down to the water, and the Lord said to Gideon, Everyone who laps with his tongue from the water as a dog laps, you shall set him apart by himself, and everyone who bows down on his knees to drink
6καὶ ἐγένετο ὁ ἀριθμὸς τῶν λαψάντων ἐν χειρὶ αὐτῶν πρὸς τὸ στόμα αὐτῶν τριακόσιοι ἄνδρες καὶ πᾶν τὸ κατάλοιπον τοῦ λαοῦ ἔκλιναν ἐπὶ τὰ γόνατα αὐτῶν πιεῖν ὕδωρ
And the number of those lapping with their hand to their mouth was three hundred men, and all the rest of the people bent down on their knees to drink water.
7καὶ εἶπεν κύριος πρὸς Γεδεων ἐν τοῖς τριακοσίοις ἀνδράσιν τοῖς λάψασιν σώσω ὑμᾶς καὶ δώσω τὴν Μαδιαμ ἐν χειρί σου καὶ πᾶς ὁ λαὸς πορεύσονται ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ
And the Lord said to Gideon, With the three hundred men who lapped I will save you, and I will give Midian into your hand; and all the people shall go, each man to his place.
8καὶ ἔλαβον τὸν ἐπισιτισμὸν τοῦ λαοῦ ἐν χειρὶ αὐτῶν καὶ τὰς κερατίνας αὐτῶν καὶ τὸν πάντα ἄνδρα Ισραηλ ἐξαπέστειλεν ἄνδρα εἰς σκηνὴν αὐτοῦ καὶ τοὺς τριακοσίους ἄνδρας κατίσχυσεν καὶ ἡ παρεμβολὴ Μαδιαμ ἦσαν αὐτοῦ ὑποκάτω ἐν τῇ κοιλάδι
And they took the provisions of the people in their hand and their trumpets, and every man of Israel he sent away, each man to his tent, and he kept the three hundred men, and the camp of Midian was beneath him in the valley.
9καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν πρὸς αὐτὸν κύριος ἀναστὰς κατάβηθι ἐν τῇ παρεμβολῇ ὅτι παρέδωκα αὐτὴν ἐν τῇ χειρί σου
And it happened in that night, and the Lord said to him, Rise up, go down into the camp, for I have given it into your hand.
10καὶ εἰ φοβῇ σὺ καταβῆναι κατάβηθι σὺ καὶ Φαρα τὸ παιδάριόν σου εἰς τὴν παρεμβολὴν
And if you are afraid to go down, go down you and Phara your young man to the camp
11καὶ ἀκούσῃ τί λαλήσουσιν καὶ μετὰ τοῦτο ἰσχύσουσιν αἱ χεῖρές σου καὶ καταβήσῃ ἐν τῇ παρεμβολῇ καὶ κατέβη αὐτὸς καὶ Φαρα τὸ παιδάριον αὐτοῦ πρὸς ἀρχὴν τῶν πεντήκοντα οἳ ἦσαν ἐν τῇ παρεμβολῇ
and you shall hear what they will speak, and after this your hands shall be strengthened, and you shall go down into the camp. And he went down, he and Phara his young man, to the beginning of the fifty who were in the camp
12καὶ Μαδιαμ καὶ Αμαληκ καὶ πάντες υἱοὶ ἀνατολῶν βεβλημένοι ἐν τῇ κοιλάδι ὡσεὶ ἀκρὶς εἰς πλῆθος καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός ἀλλὰ ἦσαν ὡς ἡ ἄμμος ἡ ἐπὶ χείλους τῆς θαλάσσης εἰς πλῆθος
And Midian and Amalek and all the sons of the east were lying in the valley like locusts in multitude, and to their camels there was no number, but they were like the sand that is on the seashore in multitude.
13καὶ ἦλθεν Γεδεων καὶ ἰδοὺ ἀνὴρ ἐξηγούμενος τῷ πλησίον αὐτοῦ ἐνύπνιον καὶ εἶπεν ἐνύπνιον ἰδοὺ ἐνυπνιασάμην καὶ ἰδοὺ μαγὶς ἄρτου κριθίνου στρεφομένη ἐν τῇ παρεμβολῇ Μαδιαμ καὶ ἦλθεν ἕως τῆς σκηνῆς καὶ ἐπάταξεν αὐτήν καὶ ἔπεσεν καὶ ἀνέστρεψεν αὐτὴν ἄνω καὶ ἔπεσεν ἡ σκηνή
And Gideon came, and behold, a man was recounting to his neighbor a dream, and he said, A dream, behold, I dreamed: and behold, a cake of barley bread was turning in the camp of Midian, and it came as far as the tent and struck it, and it fell, and it turned it upside down, and the tent fell.
14καὶ ἀπεκρίθη ὁ πλησίον αὐτοῦ καὶ εἶπεν οὐκ ἔστιν αὕτη εἰ μὴ ῥομφαία Γεδεων υἱοῦ Ιωας ἀνδρὸς Ισραηλ παρέδωκεν ὁ θεὸς ἐν χειρὶ αὐτοῦ τὴν Μαδιαμ καὶ πᾶσαν τὴν παρεμβολήν
And his neighbor answered and said, This is nothing but the sword of Gideon son of Joash, a man of Israel; God has given Midian and all the camp into his hand.
15καὶ ἐγένετο ὡς ἤκουσεν Γεδεων τὴν ἐξήγησιν τοῦ ἐνυπνίου καὶ τὴν σύγκρισιν αὐτοῦ καὶ προσεκύνησεν κυρίῳ καὶ ὑπέστρεψεν εἰς τὴν παρεμβολὴν Ισραηλ καὶ εἶπεν ἀνάστητε ὅτι παρέδωκεν κύριος ἐν χειρὶ ἡμῶν τὴν παρεμβολὴν Μαδιαμ
And it happened, when Gideon heard the interpretation of the dream and its explanation, that he worshiped the Lord, and he returned to the camp of Israel and said, Rise up, for the Lord has given the camp of Midian into our hand.
16καὶ διεῖλεν τοὺς τριακοσίους ἄνδρας εἰς τρεῖς ἀρχὰς καὶ ἔδωκεν κερατίνας ἐν χειρὶ πάντων καὶ ὑδρίας κενὰς καὶ λαμπάδας ἐν ταῖς ὑδρίαις
And he divided the three hundred men into three companies and gave horn trumpets into the hand of all and empty jars and torches in the jars
17καὶ εἶπεν πρὸς αὐτούς ἀπ᾿ ἐμοῦ ὄψεσθε καὶ οὕτως ποιήσετε καὶ ἰδοὺ ἐγὼ εἰσπορεύομαι ἐν ἀρχῇ τῆς παρεμβολῆς καὶ ἔσται καθὼς ἂν ποιήσω οὕτως ποιήσετε
And he said to them, From me you shall see, and thus you shall do; and behold, I am going into the beginning of the camp, and it shall be that as I do, so you shall do.
18καὶ σαλπιῶ ἐν τῇ κερατίνῃ ἐγώ καὶ πάντες μετ᾿ ἐμοῦ σαλπιεῖτε ἐν ταῖς κερατίναις κύκλῳ ὅλης τῆς παρεμβολῆς καὶ ἐρεῖτε τῷ κυρίῳ καὶ τῷ Γεδεων
and I will sound the horn, I myself and all with me; and you shall sound with the horns all around the whole camp, and you shall say, For the Lord and for Gideon
19καὶ εἰσῆλθεν Γεδεων καὶ οἱ ἑκατὸν ἄνδρες οἱ μετ᾿ αὐτοῦ ἐν ἀρχῇ τῆς παρεμβολῆς ἐν ἀρχῇ τῆς φυλακῆς μέσης καὶ ἐγείροντες ἤγειραν τοὺς φυλάσσοντας καὶ ἐσάλπισαν ἐν ταῖς κερατίναις καὶ ἐξετίναξαν τὰς ὑδρίας τὰς ἐν ταῖς χερσὶν αὐτῶν
And Gideon and the hundred men who were with him entered at the beginning of the camp, at the beginning of the middle watch, and they, rousing, roused the ones keeping watch; and they blew the horns and smashed the jars that were in their hands.
20καὶ ἐσάλπισαν αἱ τρεῖς ἀρχαὶ ἐν ταῖς κερατίναις καὶ συνέτριψαν τὰς ὑδρίας καὶ ἐκράτησαν ἐν χερσὶν ἀριστεραῖς αὐτῶν τὰς λαμπάδας καὶ ἐν χερσὶν δεξιαῖς αὐτῶν τὰς κερατίνας τοῦ σαλπίζειν καὶ ἀνέκραξαν ῥομφαία τῷ κυρίῳ καὶ τῷ Γεδεων
And the three companies blew the trumpets with the horn trumpets, and they broke the jars, and they held the torches in their left hands and in their right hands the horn trumpets for blowing, and they cried out, A sword for the Lord and for Gideon.
21καὶ ἔστησαν ἀνὴρ ἐφ᾿ ἑαυτῷ κύκλῳ τῆς παρεμβολῆς καὶ ἔδραμεν πᾶσα ἡ παρεμβολὴ καὶ ἐσήμαναν καὶ ἔφυγαν
And each man stood in his place around the camp, and all the camp ran, and they sounded the signal, and they fled.
22καὶ ἐσάλπισαν ἐν ταῖς τριακοσίαις κερατίναις καὶ ἔθηκεν κύριος τὴν ῥομφαίαν ἀνδρὸς ἐν τῷ πλησίον αὐτοῦ ἐν πάσῃ τῇ παρεμβολῇ καὶ ἔφυγεν ἡ παρεμβολὴ ἕως Βηθσεεδτα Γαραγαθα ἕως χείλους Αβωμεουλα ἐπὶ Ταβαθ
And they blew the trumpets with the three hundred ram’s horns, and the Lord set the sword of each man against his neighbor in all the camp, and the camp fled as far as Bethseeddath Garagatha, as far as the edge of Abomeoula, toward Tabbath.
23καὶ ἐβόησαν ἀνὴρ Ισραηλ ἀπὸ Νεφθαλι καὶ ἀπὸ Ασηρ καὶ ἀπὸ παντὸς Μανασση καὶ ἐδίωξαν ὀπίσω Μαδιαμ
And the man of Israel cried out from Naphtali and from Asher and from all Manasseh, and they pursued after Midian.
24καὶ ἀγγέλους ἀπέστειλεν Γεδεων ἐν παντὶ ὄρει Εφραιμ λέγων κατάβητε εἰς συνάντησιν Μαδιαμ καὶ καταλάβετε ἑαυτοῖς τὸ ὕδωρ ἕως Βαιθηρα καὶ τὸν Ιορδάνην καὶ ἐβόησεν πᾶς ἀνὴρ Εφραιμ καὶ προκατελάβοντο τὸ ὕδωρ ἕως Βαιθηρα καὶ τὸν Ιορδάνην
And Gideon sent messengers into all the hill country of Ephraim, saying, Go down to meet Midian and seize for yourselves the water as far as Beth-harah and the Jordan. And every man of Ephraim shouted, and they took beforehand the water as far as Beth-harah and the Jordan.
25καὶ συνέλαβον τοὺς ἄρχοντας Μαδιαμ καὶ τὸν Ωρηβ καὶ τὸν Ζηβ καὶ ἀπέκτειναν τὸν Ωρηβ ἐν Σουρ καὶ τὸν Ζηβ ἀπέκτειναν ἐν Ιακεφζηφ καὶ κατεδίωξαν Μαδιαμ καὶ τὴν κεφαλὴν Ωρηβ καὶ Ζηβ ἤνεγκαν πρὸς Γεδεων ἀπὸ πέραν τοῦ Ιορδάνου
And they captured the princes of Midian, and Oreb and Zeeb, and they killed Oreb in Sur and Zeeb they killed in Iakephzeph, and they pursued Midian, and the head of Oreb and Zeeb they brought to Gideon from beyond the Jordan