In the second year of Joash son of Jehoahaz, king of Israel, and Amaziah son of Joash became king, king of Judah.
The Koine Bible
The Scriptures in Greek with direct English translation.
Rahlfs Septuagint
2 Kings 14
Greek text followed verse by verse by a direct English translation.
Text size:
εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ιωαδιν ἐξ Ιερουσαλημ
He was a son of twenty-five years when he began to reign, and he reigned twenty-nine years in Jerusalem; and his mother’s name was Joadin, from Jerusalem.
ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου πλὴν οὐχ ὡς Δαυιδ ὁ πατὴρ αὐτοῦ κατὰ πάντα ὅσα ἐποίησεν Ιωας ὁ πατὴρ αὐτοῦ ἐποίησεν
And he did what was right in the eyes of the Lord, except not as David his father; according to all that Joash his father had done, he did.
Only the high places he did not remove; still the people were sacrificing and burning incense on the high places.
ἐγένετο ὅτε κατίσχυσεν ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ καὶ ἐπάταξεν τοὺς δούλους αὐτοῦ τοὺς πατάξαντας τὸν πατέρα αὐτοῦ
And it came to pass, when the kingdom was strengthened in his hand, that he struck his servants who had struck his father
τοὺς υἱοὺς τῶν παταξάντων οὐκ ἐθανάτωσεν καθὼς γέγραπται ἐν βιβλίῳ νόμων Μωυσῆ ὡς ἐνετείλατο κύριος λέγων οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ υἱῶν καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων ὅτι ἀλλ᾿ ἢ ἕκαστος ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται
And the sons of the slayers he did not put to death, according as it has been written in the book of the law of Moses, as the Lord commanded, saying, Fathers shall not die for sons, and sons shall not die for fathers; but each shall die in his own sins.
ἐπάταξεν τὸν Εδωμ ἐν Γαιμελε δέκα χιλιάδας καὶ συνέλαβε τὴν πέτραν ἐν τῷ πολέμῳ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Καθοηλ ἕως τῆς ἡμέρας ταύτης
He struck Edom in Gei-Mele ten thousand and captured the rock in the war and called its name Cathoel to this day
ἀπέστειλεν Αμεσσιας ἀγγέλους πρὸς Ιωας υἱὸν Ιωαχας υἱοῦ Ιου βασιλέως Ισραηλ λέγων δεῦρο ὀφθῶμεν προσώποις
Then Amasias sent messengers to Joash son of Jehoahaz son of Jehu, king of Israel, saying, Come, let us face one another.
ἀπέστειλεν Ιωας βασιλεὺς Ισραηλ πρὸς Αμεσσιαν βασιλέα Ιουδα λέγων ὁ ακαν ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα καὶ διῆλθον τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ καὶ συνεπάτησαν τὸν ακανα
And Joash king of Israel sent to Amaziah king of Judah, saying, The thorn-bush that was in Lebanon sent to the cedar that was in Lebanon, saying, Give your daughter to my son as a wife; and the wild beasts of the field that were in Lebanon passed through and trampled the thorn-bush.
ἐπάταξας τὴν Ιδουμαίαν καὶ ἐπῆρέν σε ἡ καρδία σου ἐνδοξάσθητι καθήμενος ἐν τῷ οἴκῳ σου καὶ ἵνα τί ἐρίζεις ἐν κακίᾳ σου καὶ πεσῇ σὺ καὶ Ιουδας μετὰ σοῦ
You have indeed struck Edom, and your heart has lifted you up; be glorified, sitting in your house; and why do you provoke in your evil, that you should fall, you and Judah with you?
οὐκ ἤκουσεν Αμεσσιας καὶ ἀνέβη ὁ βασιλεὺς Ισραηλ καὶ ὤφθησαν προσώποις αὐτὸς καὶ Αμεσσιας βασιλεὺς Ιουδα ἐν Βαιθσαμυς τῇ τοῦ Ιουδα
And Amasias did not listen, and the king of Israel went up, and he appeared face to face, he and Amasias king of Judah, in Beth-shemesh, which belongs to Judah
And Judah was struck down before Israel, and each man fled to his tent.
τὸν Αμεσσιαν υἱὸν Ιωας υἱοῦ Οχοζιου βασιλέα Ιουδα συνέλαβεν Ιωας υἱὸς Ιωαχας βασιλεὺς Ισραηλ ἐν Βαιθσαμυς καὶ ἦλθεν εἰς Ιερουσαλημ καὶ καθεῖλεν ἐν τῷ τείχει Ιερουσαλημ ἐν τῇ πύλῃ Εφραιμ ἕως πύλης τῆς γωνίας τετρακοσίους πήχεις
And Amaziah son of Joash son of Ahaziah, king of Judah, Joash son of Jehoahaz, king of Israel, seized at Beth-shemesh, and he came to Jerusalem and broke down in the wall of Jerusalem at the gate of Ephraim as far as the corner gate, four hundred cubits.
ἔλαβεν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἀπέστρεψεν εἰς Σαμάρειαν
And he took the gold and the silver and all the vessels found in the house of the Lord and in the treasuries of the house of the king and the sons of the alliances, and he returned to Samaria.
τὰ λοιπὰ τῶν λόγων Ιωας ὅσα ἐποίησεν ἐν δυναστείᾳ αὐτοῦ ἃ ἐπολέμησεν μετὰ Αμεσσιου βασιλέως Ιουδα οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ
And the rest of the words of Joash, as many as he did in his might, which he fought with against Amasias king of Judah, are not these written in the book of the words of the days for the kings of Israel?
ἐκοιμήθη Ιωας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν Σαμαρείᾳ μετὰ τῶν βασιλέων Ισραηλ καὶ ἐβασίλευσεν Ιεροβοαμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ
And Joash slept with his fathers and was buried in Samaria with the kings of Israel, and Jeroboam his son reigned in his place.
ἔζησεν Αμεσσιας υἱὸς Ιωας βασιλεὺς Ιουδα μετὰ τὸ ἀποθανεῖν Ιωας υἱὸν Ιωαχας βασιλέα Ισραηλ πεντεκαίδεκα ἔτη
And Amaziah son of Joash, king of Judah, lived after Jehoash son of Jehoahaz, king of Israel, died fifteen years.
τὰ λοιπὰ τῶν λόγων Αμεσσιου καὶ πάντα ἃ ἐποίησεν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα
And the rest of the words of Amasias and all that he did, are not these written on the book of the words of the days of the kings of Judah?
συνεστράφησαν ἐπ᾿ αὐτὸν σύστρεμμα ἐν Ιερουσαλημ καὶ ἔφυγεν εἰς Λαχις καὶ ἀπέστειλαν ὀπίσω αὐτοῦ εἰς Λαχις καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ
And they made a conspiracy against him in Jerusalem, and he fled to Lachish, and they sent after him to Lachish, and they put him to death there.
And they carried him on horses, and he was buried in Jerusalem with his fathers, in the city of David.
ἔλαβεν πᾶς ὁ λαὸς Ιουδα τὸν Αζαριαν καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτῶν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ Αμεσσιου
And all the people of Judah took Azariah, and he was a son of sixteen years, and they made him king instead of his father Amasiah.
ᾠκοδόμησεν τὴν Αιλωθ καὶ ἐπέστρεψεν αὐτὴν τῷ Ιουδα μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ
He himself built Elath and restored it to Judah after the king had slept with his fathers
ἔτει πεντεκαιδεκάτῳ τοῦ Αμεσσιου υἱοῦ Ιωας βασιλέως Ιουδα ἐβασίλευσεν Ιεροβοαμ υἱὸς Ιωας ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ τεσσαράκοντα καὶ ἓν ἔτος
In the fifteenth year of Amasias son of Joash king of Judah, Jeroboam son of Joash reigned over Israel in Samaria forty and one years.
ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ
And he did what was evil before the Lord; he did not depart from all the sins of Jeroboam son of Nabat, who made Israel sin.
ἀπέστησεν τὸ ὅριον Ισραηλ ἀπὸ εἰσόδου Αιμαθ ἕως τῆς θαλάσσης τῆς Αραβα κατὰ τὸ ῥῆμα κυρίου θεοῦ Ισραηλ ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ιωνα υἱοῦ Αμαθι τοῦ προφήτου τοῦ ἐκ Γεθχοβερ
He restored the boundary of Israel from the entrance of Hamath as far as the sea of the Arabah, according to the word of the Lord, the God of Israel, which he spoke by the hand of his servant Jonah son of Amathi, the prophet from Gath-hepher.
εἶδεν κύριος τὴν ταπείνωσιν Ισραηλ πικρὰν σφόδρα καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους καὶ ἐγκαταλελειμμένους καὶ οὐκ ἦν ὁ βοηθῶν τῷ Ισραηλ
For the Lord saw the very bitter affliction of Israel, and that they were few, hemmed in and reduced and forsaken, and there was no one helping Israel
οὐκ ἐλάλησεν κύριος ἐξαλεῖψαι τὸ σπέρμα Ισραηλ ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ἔσωσεν αὐτοὺς διὰ χειρὸς Ιεροβοαμ υἱοῦ Ιωας
And the Lord did not speak to blot out the seed of Israel from under heaven, and he saved them by the hand of Jeroboam son of Joash
τὰ λοιπὰ τῶν λόγων Ιεροβοαμ καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ ὅσα ἐπολέμησεν καὶ ὅσα ἐπέστρεψεν τὴν Δαμασκὸν καὶ τὴν Αιμαθ τῷ Ιουδα ἐν Ισραηλ οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ
And the rest of the words of Jeroboam and all that he did and his mighty deeds, how many things he fought and how he restored Damascus and Hamath to Judah in Israel, are not these written in the book of the words of the days of the kings of Israel?
ἐκοιμήθη Ιεροβοαμ μετὰ τῶν πατέρων αὐτοῦ μετὰ βασιλέων Ισραηλ καὶ ἐβασίλευσεν Αζαριας υἱὸς Αμεσσιου ἀντὶ τοῦ πατρὸς αὐτοῦ
And Jeroboam slept with his fathers, with the kings of Israel, and Azariah son of Amasiah reigned in his stead, in place of his father.